Homer

Текст песни Εἲς Ἀθήναν

Εἲς Ἀθήναν видео клип

Homer
Обзор
Голоса:
0
Неверный текст?

Homer - Текст песни Εἲς Ἀθήναν

(Ὕμνος ια')
Παλλάδ᾽ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ᾽ ἀείδειν,
δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
καί τ᾽ ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.
Χαῖρε, θεά, δὸς δ᾽ ἄμμι τύχην εὐδαιμονίην τε. (Ὕμνος κη')
Παλλάδ᾽ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ᾽ ἀείδειν
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε᾽ ἔχουσαν,
χρύσεα, παμφανόωντα: σέβας δ᾽ ἔχε πάντας ὁρῶνταςHomer - Εἲς Ἀθήναν - http://ru.motolyrics.com/homer/_f06308f-lyrics.html
ἀθανάτους: ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
ἐσσυμένως ὤρουσεν ἀπ᾽ ἀθανάτοιο καρήνου,
σείσασ᾽ ὀξὺν ἄκοντα: μέγας δ᾽ ἐλελίζετ᾽ Ὄλυμπος
δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖα
σμερδαλέον ἰάχησεν: ἐκινήθη δ᾽ ἄρα πόντος,
κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ᾽ ἅλμη
ἐξαπίνης: στῆσεν δ᾽ Ὑπερίονος ἀγλαὸς υἱὸς
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
εἵλετ᾽ ἀπ᾽ ἀθανάτων ὤμων θεοείκελα τεύχη
Παλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο:
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.

Оставить комментарий

Что вы думаете о песне "Εἲς Ἀθήναν"? Напишите ваш комментарий.

Рекомендуемые песни