Homer

Текст песни Εἲς Ἄρεα

Εἲς Ἄρεα видео клип

Homer
Обзор
Голоса:
0
Неверный текст?

Homer - Текст песни Εἲς Ἄρεα

Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,
Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,
ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι
ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι:
κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,Homer - Εἲς Ἄρεα - http://ru.motolyrics.com/homer/_062fde8-lyrics.html
πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα
ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην
σεύασθαι κακότητα πικρὴν ἀπ᾽ ἐμοῖο καρήνου,
καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,
θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ᾽ ἐρέθῃσι
φυλόπιδος κρυερῆς ἐπιβαινέμεν: ἀλλὰ σὺ θάρσος
δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.

Оставить комментарий

Что вы думаете о песне "Εἲς Ἄρεα"? Напишите ваш комментарий.

Рекомендуемые песни