Solon

Текст песни Ἔργον νομοθέτου

Ἔργον νομοθέτου видео клип

Solon
Обзор
Голоса:
0
Неверный текст?

Solon - Текст песни Ἔργον νομοθέτου

Εγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον
δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην;
συμμαρτυροίη ταῦτ΄ ἂν ἐν δίκῃ χρόνου
μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων
ἄριστα, Γῆ μέλαινα͵ τῆς ἐγώ ποτε
ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας͵
πρόσθεν δὲ δουλεύουσα͵ νῦν ἐλευθέρα.
Πολλοὺς δ΄ Ἀθήνας, πατρίδ΄ εἰς θεόκτιτον,
ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,
ἄλλον δικαίως, τοὺς δ΄ ἀναγκαίης ὑπὸ
χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ΄ Ἀττικὴν
ἱέντας, ὡς ἂν πολλαχῇ πλανωμένους·
τοὺς δ΄ ἐνθάδ΄ αὐτοῦ δουλίην ἀεικέα
ἔχοντας, ἤθη δεσποτῶν τρομευμένους,Solon - Ἔργον νομοθέτου - http://ru.motolyrics.com/solon/_e99b1b8-lyrics.html
ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει
νομοῦ βίην τε καὶ δίκην συναρμόσας
ἔρεξα καὶ διῆλθον ὡς ὑπεσχόμην.
Θεσμοὺς δ΄ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ͵
εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην,
ἔγραψα. Κέντρον δ΄ ἄλλος ὡς ἐγὼ λαβών,
κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ,
οὐκ ἂν κατέσχε δῆμον. Εἰ γὰρ ἤθελον
ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,
αὖθις δ΄ ἃ τοῖσιν οὕτεροι φρασαίατο,
πολλῶν ἂν ἀνδρῶν ἥδ΄ ἐχηρώθη πόλις.
Τῶν οὕνεκ΄ ἀλκὴν πάντοθεν ποιούμενος
ὡς ἐν κυσὶν πολλῇσιν ἐστράφην λύκος

Оставить комментарий

Что вы думаете о песне "Ἔργον νομοθέτου"? Напишите ваш комментарий.

Рекомендуемые песни